Ευχή εις ασθενούντα και ευρισκόμενον εν μονάδι εντατικής θεραπείας

Του Σεβ. Μητροπολίτου Μάνης κ. Χρυσοστόμου Γ'Κύριε Ἰησοῦ Χριστέ ὁ Θεὸς ἡμῶν, Ὕψιστε καὶ Ὑπεράγιε, Ὑπεράγαθε καὶ Πολυεύσπλαχνε, Ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Σὺ, ὁ τάς ἀσθενείας ἡμῶν ἀπόνως βαστάζων καὶ τὰς νόσους ἡμῶν λαμβάνων, Σύ, ὁ γιγνώσκων τὸ καλὸν καὶ τὸ φθαρτὸν τῶν σωμάτων ἡμῶν, Σὺ οἶδας τὴν λοιμώδη ταύτην νόσον, τὴν ἐπιπεσοῦσαν ὡς βάσανον, πληγὴν καὶ μάστιγα, πόνον καὶ δάκρυα φέρουσαν τοῖς ἀνθρώποις, οὐ μὴν ἀλλὰ καὶ ἀπορίαν, ἀμηχανίαν, φόβον καὶ ἀγωνίαν ἐν ταῖς καρδίαις ἡμῶν.
Keywords
Τυχαία Θέματα